Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.86 Joseph. AJ 1.91 (English) >>Joseph. AJ 1.95

1.89

Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας. 1.90παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει. 1.91ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν· 1.92ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.86 Joseph. AJ 1.91 (English) >>Joseph. AJ 1.95

Powered by PhiloLogic